Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.94.2 | Hdt. 1.94.7 (English) | >>Hdt. 1.96.2 |
1.94.5 ἐπείτε δὲ οὐκ ἀνιέναι τὸ κακὸν ἀλλʼ ἔτι ἐπὶ μᾶλλον βιάζεσθαι οὕτω δὴ τὸν βασιλέα αὐτῶν δύο μοίρας διελόντα Λυδῶν πάντων κληρῶσαι τὴν μὲν ἐπὶ μονῇ τὴν δὲ ἐπὶ ἐξόδῳ ἐκ τῆς χώρης , καὶ ἐπὶ μὲν τῇ μένειν αὐτοῦ λαγχανούσῃ τῶν μοιρέων ἑωυτὸν τὸν βασιλέα προστάσσειν , ἐπὶ δὲ τῇ ἀπαλλασσομένῃ τὸν ἑωυτοῦ παῖδα , τῷ οὔνομα εἶναι Τυρσηνόν .
1.94.6 λαχόντας δὲ αὐτῶν τοὺς ἑτέρους ἐξιέναι ἐκ τῆς χώρης καταβῆναι ἐς Σμύρνην καὶ μηχανήσασθαι πλοῖα , ἐς τὰ ἐσθεμένους τὰ πάντα ὅσα σφι ἦν χρηστὰ ἐπίπλοα , ἀποπλέειν κατὰ βίου τε καὶ γῆς ζήτησιν , ἐς ὃ ἔθνεα πολλὰ παραμειψαμένους ἀπικέσθαι ἐς Ὀμβρικούς , ἔνθα σφέας ἐνιδρύσασθαι πόλιας καὶ οἰκέειν τὸ μέχρι τοῦδε .
1.94.7 ἀντὶ δὲ Λυδῶν μετονομασθῆναι αὐτοὺς ἐπὶ τοῦ βασιλέος τοῦ παιδός , ὅς σφεας ἀνήγαγε , ἐπὶ τούτου τὴν ἐπωνυμίην ποιευμένους ὀνομασθῆναι Τυρσηνούς .
Λυδοὶ μὲν δὴ ὑπὸ Πέρσῃσι ἐδεδούλωντο .
ch. 95
1.95.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.94.2 | Hdt. 1.94.7 (English) | >>Hdt. 1.96.2 |